← Reading List

Herodotus, Histories

1.204-1.216

Original: τὰ μὲν δὴ πρὸς ἑσπέρην τῆς θαλάσσης ταύτης τῆς Κασπίης καλεομένης ὁ Καύκασος ἀπέργει , τὰ δὲ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα πεδίον ἐκδέκεται πλῆθος ἄπειρον ἐς ἄποψιν .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: τοῦ ὦν δὴ πεδίου τούτου τοῦ μεγάλου οὐκ ἐλαχίστην μοῖραν μετέχουσι οἱ Μασσαγέται , ἐπ’ οὓς ὁ Κῦρος ἔσχε προθυμίην στρατεύσασθαι .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: πολλά τε γάρ μιν καὶ μεγάλα τὰ ἐπαείροντα καὶ ἐποτρύνοντα ἦν , πρῶτον μὲν ἡ γένεσις , τὸ δοκέειν πλέον τι εἶναι ἀνθρώπου , δευτέρα δὲ ἡ εὐτυχίη ἡ κατὰ τοὺς πολέμους γενομένη ·
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ὅκῃ γὰρ ἰθύσειε στρατεύεσθαι Κῦρος , ἀμήχανον ἦν ἐκεῖνο τὸ ἔθνος διαφυγεῖν .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ἦν δὲ τοῦ ἀνδρὸς ἀποθανόντος γυνὴ τῶν Μασσαγετέων βασίλεια .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: Τόμυρίς οἱ ἦν οὔνομα .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ταύτην πέμπων ὁ Κῦρος ἐμνᾶτο τῷ λόγῳ θέλων γυναῖκα ἣν ἔχειν .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ἡ δὲ Τόμυρις συνιεῖσα οὐκ αὐτήν μιν μνώμενον ἀλλὰ τὴν Μασσαγετέων βασιληίην , ἀπείπατο τὴν πρόσοδον .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: Κῦρος δὲ μετὰ τοῦτο , ὥς οἱ δόλῳ οὐ προεχώρεε , ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανέος ἐπὶ τοὺς Μασσαγέτας στρατηίην , γεφύρας τε ζευγνύων ἐπὶ τοῦ ποταμοῦ διάβασιν τῷ στρατῷ , καὶ πύργους ἐπὶ πλοίων τῶν διαπορθμευόντων τὸν ποταμὸν οἰκοδομεόμενος .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα ἡ Τόμυρις κήρυκα ἔλεγε τάδε .
Translation: SENTENCE MISSING TRANSLATION
Note