← Reading List

Herodotus, Histories

1.152-1.153

Original: ὡς δὲ ἀπίκοντο ἐς τὴν Σπάρτην τῶν Ἰώνων καὶ Αἰολέων οἱ ἄγγελοι ( κατὰ γὰρ δὴ τάχος ἦν ταῦτα πρησσόμενα ) , εἵλοντο πρὸ πάντων λέγειν τὸν Φωκαέα , τῷ οὔνομα ἦν Πύθερμος .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ὁ δὲ πορφύρεόν τε εἷμα περιβαλόμενος , ὡς ἂν πυνθανόμενοι πλεῖστοι συνέλθοιεν Σπαρτιητέων , καὶ καταστὰς ἔλεγε πολλὰ τιμωρέειν ἑωυτοῖσι χρηίζων .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: Λακεδαιμόνιοι δὲ οὔ κως ἐσήκουον , ἀλλ’ ἀπέδοξέ σφι μὴ τιμωρέειν Ἴωσι .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: οἳ μὲν δὴ ἀπαλλάσσοντο , Λακεδαιμόνιοι δὲ ἀπωσάμενοι τῶν Ἰώνων τοὺς ἀγγέλους ὅμως ἀπέστειλαν πεντηκοντέρῳ ἄνδρας , ὡς μὲν ἐμοὶ δοκέει , κατασκόπους τῶν τε Κύρου πρηγμάτων καὶ Ἰωνίης .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ἀπικόμενοι δὲ οὗτοι ἐς Φώκαιαν ἔπεμπον ἐς Σάρδις σφέων αὐτῶν τὸν δοκιμώτατον , τῷ οὔνομα ἦν Λακρίνης , ἀπερέοντα Κύρῳ Λακεδαιμονίων ῥῆσιν , γῆς τῆς Ἑλλάδος μηδεμίαν πόλιν σιναμωρέειν , ὡς αὐτῶν οὐ περιοψομένων .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ταῦτα εἰπόντος τοῦ κήρυκος , λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τινες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι ·
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην " οὐκ ἔδεισά κω ἄνδρας τοιούτους , τοῖσι ἐστι χῶρος ἐν μέση τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι ·
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: τοῖσι , ἢν ἐγὼ ὑγιαίνω , οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια " .
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε ὁ Κῦρος τὰ ἔπεα , ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται ·
Translation: SENTENCE MISSING TRANSLATION
Note

Original: αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι , οὐ -δέ σφι ἐστὶ τὸ παράπαν ἀγορή .
Translation: SENTENCE MISSING TRANSLATION
Note