Original: μετὰ δὲ ταῦτα Κυαξάρης μέν , βασιλεύσας τεσσεράκοντα ἔτεα σὺν τοῖσι Σκύθαι ἦρξαν , τελευτᾷ , ἐκδέκεται δὲ Ἀστυάγης Κυαξάρεω παῖς τὴν βασιληίην .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: καὶ οἱ ἐγένετο θυγάτηρ τῇ οὔνομα ἔθετο Μανδάνην ·
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: τὴν ἐδόκεε Ἀστυάγης ἐν τῷ ὕπνῳ οὐρῆσαι τοσοῦτον ὥστε πλῆσαι μὲν τὴν ἑωυτοῦ πόλιν , ἐπικατακλύσαι δὲ καὶ τὴν Ἀσίην πᾶσαν .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: ὑπερθέμενος δὲ τῶν Μάγων τοῖσι ὀνειροπόλοισι τὸ ἐνύπνιον , ἐφοβήθη παρ’ αὐτῶν αὐτὰ ἕκαστα μαθών .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: μετὰ δὲ τὴν Μανδάνην ταύτην ἐοῦσαν ἤδη ἀνδρὸς ὡραίην Μήδων μὲν τῶν ἑωυτοῦ ἀξίων οὐδενὶ διδοῖ γυναῖκα , δεδοικὼς τὴν ὄψιν ·
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: ὁ δὲ Πέρσῃ διδοῖ τῷ οὔνομα ἦν Καμβύσης , τὸν εὕρισκε οἰκίης μὲν ἐόντα ἀγαθῆς τρόπου δὲ ἡσυχίου , πολλῷ ἔνερθε ἄγων αὐτὸν μέσου ἀνδρὸς Μήδου .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: συνοικεούσης δὲ τῷ Καμβύσῃ τῆς Μανδάνης , ὁ Ἀστυάγης τῷ πρώτῳ ἔτεϊ εἶδε ἄλλην ὄψιν , ἐδόκεε δέ οἱ ἐκ τῶν αἰδοίων τῆς θυγατρὸς ταύτης φῦναι ἄμπελον , τὴν δὲ ἄμπελον ἐπισχεῖν τὴν Ἀσίην πᾶσαν .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: ἰδὼν δὲ τοῦτο καὶ ὑπερθέμενος τοῖσι ὀνειροπόλοισι , μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτεκα ἐοῦσαν , ἀπικομένην δὲ ἐφύλασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι ·
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: ἐκ γάρ οἱ τῆς ὄψιος οἱ τῶν Μάγων ὀνειροπόλοι ἐσήμαινον ὅτι μέλλοι ὁ τῆς θυγατρὸς αὐτοῦ γόνος βασιλεύσειν ἀντὶ ἐκείνου .
Translation: SENTENCE MISSING TRANSLATION
Note
Original: ταῦτα δὴ ὦν φυλασσόμενος ὁ Ἀστυάγης , ὡς ἐγένετο ὁ Κῦρος , καλέσας Ἅρπαγον ἄνδρα οἰκήιον καὶ πιστότατόν τε Μήδων καὶ πάντων ἐπίτροπον τῶν ἑωυτοῦ , ἔλεγὲ οἱ τοιάδε .
Translation: SENTENCE MISSING TRANSLATION